ἀπαλλαγή. τίς τοίνυν παρ’ ὅτου καὶ τοῦτο γένοιτο; ἰατρός. πῶς τοίνυν τὸν ταύτην ἔχοντα τὴν δύναμιν ὁρῶσιν εἰσιόντα οἱ νέοι; πῶς δὲ ἁπτόμενον; πῶς δὲ ἀσιτίας μεμνημένον; εἰ δέ δὴ καὶ τομῆς ἢ πυρὸς δε- 1 2 3 ήσειεν, Ἡράκλεις, τίς λυπηρότερος; τίς μᾶλλον ἐχθρός; ἀλλ’ οὐχ ὅταν λοῦσθαί τε ἐξῇ καὶ πᾶν ἔχειν σιτίον τε καὶ ποτὸν ἀνεῳγμένον, ἀλλ’ ἔστι καὶ πρὸ τῶν γονέων ὁ ἰατρὸς ἐκείνῳ.
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.