σπουδῇ τὸ χρῆμα τῆς ἑορτῆς πεποιημένους ἣν δήπου προσῆκον ἀντειπεῖν, κωλύσαι, μάχεσθαι, μὴ τὴν ἡσυ- Χίαν ἄγειν ἐν καιρῷ βοῆς δεομένῳ καὶ ἀγανακτήσεως. ὥσπερ γὰρ εἴ τις τῶν ὄντων ἀφαιρεῖν ἠξίου, δεινὸν ἔδει νομίζειν, οὕτω προσθήκας χαλεπῶς φέρειν. ἐν
ἑκατέρῳ γὰρ οἶμαι τὸ μὴ τὸν νόμον ἰσχύειν. καὶ ῥᾷο·ν δ’ ἂν περιῆσαν οἱ πρὸς τὴν ἀρχὴν μαχόμενοι καὶ τὸ πρᾶγμα ἀποκλείοντες ἢ οἱ πρὸς ἐρριζωμένον ἤδη τοῦτο ποιοῦντες. τὸ γοῦν πρὸς ἐμὲ νυνὶ λέγειν τὸ πεπρᾶχθαι πολλάκις οὐκ ἣν τότε.
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.