LIII.
ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΕΟΡΤΑΙΣ ΚΛΗΣΕΩΝ.
1ἀρχαίων ἐκβεβλημένων, καὶ δἡ καὶ τοῖς ἐν ταῖς τρα- πέζαις αἳ τιμὴν ἔχουσι τῷ Διὶ γινομένοις. ἃ πολύν 2 μὲν ἤδη μέμφομαι | χρόνον πρὸς τοὺς ἀεί μοι τῶν φίλων ὁμιλοῦντας, νῦν δὲ οὐκ ἤνεγκα τὸ μὴ καὶ λόγον αὐτά ποιῆσαι. καίτοι θαυμάζω μέν, εἰ πεί·σω
λέγων, ἔστι δὲ κέρδος τῷ περὶ ὧν δίκαιόν ἐστιν εἰ- πεῖν λέγοντι τὸ περὶ τοιούτων διειλέχθαι, κἂν μὴ τὸ πεπεισόμενον ᾖ· οὐ γὰρ τοῦ μὴ καλῶς εἰρῆσθαι τὸ μὴ τοὺς ἀκούοντας προσθεῖναι τὸ ἔργον ἔλεγχος.
τοῦ πολλὰ τῶν νομίμων κεκινῆσθαι. ἐγὼ δὲ ἀλγῶ μὲν ἐφ’ ἅπασιν, ὁμοῦ δὲ περὶ πάντων εἰπεῖν καὶ κατηγορῆσαι τῶν τε τούτοις ἡδομένων τῶν τε οὐ χαλε- παινόντων οὐ ῥᾴδιον ὀρῶν, εἰ τά περὶ τοὺς δαιτυ- μόνας δείξαιμι νῦν πλημμελούμενα, στέργοιμ’ ἄν.
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.