δέ τις ἀτυχῶν μέν, τυχεῖν δὲ ἐπιθυμῶν ἀποδύντος ἀποδὺς τὸ βιβλίον εἰσενεγκὼν καὶ μέλαν καὶ κάλαμον διὰ γέλωτος οὐκ ἄπρακτος ἀπῆλθεν, ἀλλ’ ἐκφέρων ἅμα ἱδρῶτι γράμματα.
πολλοὺς δὲ περὶ χρήματα κακούς, τοὺς μὲν παρακατα- θήκας οὐκ ἀποδόντας, τοὺς δὲ δανείσματα, τοὺς δέ ἡρπακότας, τοὺς δὲ πὺξ πατάξαντας, τοὺς δὲ λακτί- σαντας, τοὺς δὲ λοιδορίαις ὑβρίσαντας μὲν ἑαυτούς, ὑβρίσαντας δὲ πατέρας οἰχομένους, τοὺς καθ’ ἕκαστον
τῶν ἀδικημάτων εἶδος εἰκότως ἂν τοῖς ἐκ τῶν νόμων ζημιωθέντας ῥύονται, συμπράττουσι, σκοποῦσιν ὅπως ἂν καταγελάσωσι τῆς δίκης.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.