τοῦτο μὲν ἵππων ὐφ’ ἅρμασιν ἅμιλλαι, τοῦτο δὲ ἐν θεάτροις χάριτες, τοῦτο δὲ πρὸς θηρίων ὀδόντας ἀν- δρῶν ἀγῶνες ᾠδαί τε νέων εὐφώνων ἐκπώμασιν ἀνα- μεμιγμέναι. κεκώλυται δὲ οὐκ αὐλός, οὐ σῦριγξ, οὐ βάρβιτος. έ·νι δέ τις καὶ περὶ κύβους διατριβὴ θυμὸν
φέρουσα μεθ’ ἡδονῆς. εἰ δὲ δὴ προσδεῖ τινος καὶ βελτίονος εὐθυμίας, ἔστι μοῦσα ποιητῶν, ἔστι δρόμος ῥητόρων. ἔστιν ἀκοῦσαί τι παρ’ ἀμφοῖν περὶ τῶν αὑτοῦ καλῶν ἢ τἀληθῆ λεγόντων ἢ καὶ οὐ τοιαῦτα, πόνου δὲ ὅμως τοῦ παρὰ τῶν πραγμάτων ἀφιέντα.
οὕτως οὐδ’ ὑπὸ ταύτης τῆς αἰτίας εἶεν ἂν εὐλόγως | εἴσοδοι. 5
τὸ πρᾶγμα ἡγούμενος, ἀλλ’ ἀηδῶς ὁρῶν τὸν ἵνα καλέ- σειεν ἀπεσταλμένον, ἀλλὰ νῦν μὲν διὰ σκήψεως οὐχ ὑπακούσας, νῦν δ’ ὠνούμενος τά τοῦ μὴ εὑρῆσθαι ῥήματα. καὶ τούτων εἰσὶ μάρτυρες οἱ λαβόντες. τίς οὖν οὕτως ἄφρων, ὧς τῆς ἐπιθυμίας τοὐναντίον ὠνεῖ-
σθαι καὶ βούλεσθαι μὲν εἰσιέναι, ὅπως δὲ μὴ εἰσίοι ποιεῖν ἀργυρίου;
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.