τὸν ἐξέβαλεν, οὐσῶν εἰσόδων τὸ φαυλότητα τοῖς 4 ἄρχουσιν ἐμποιοῦν δυνατώτερον, | ὅσον καὶ πλέον. βέλτιον ἄρα μηδετέροις ὁμιλεῖν ἢ τοῦτ’ ἀμφοτέρων εἶναι. οἱ μέν γὰρ ἐπανορθοῦντες μόλις ἂν εἶεν δύο, παρά δὲ τῶν κολακευόντων ὄντων γε ἀμυθήτων οὐδὲν
ὅ τι μὴ πολλῶν ἐπαίνων τεύξεται καὶ ὅτι γε μόνου τοῦ Δῖός ἂν ἦν οὕτω θεραπεῦσαι πόλεις αὐτῷ ταύτην δεδωκότος τὴν ἀρχήν.
ταῦτα ποιήσοντας, συμμαχήσοντας, πολεμήσοντας, κα- κῶς ἑκάτερον. ὁρῶ γὰρ δὴ καὶ τούτους τὴν περὶ τὰ χρήματα νοσοῦντας νόσον καὶ μόνους εὐδαίμονας τοὺς ἐν πλούτῳ ζῶντας ἡγουμένους καὶ τὸν Κροῖσον Σόλω- 5 νος εὐδαιμονέστερον. ἤδη δέ τινος | αὐτῶν ἀκήκοα
καὶ τὸν Μίδαν ζηλοῦντος τῆς τελευτῆς. λιμῷ μὲν γὰρ ὡμολόγει τὸν Φρύγα τελευτῆσαι, ἀλλ’ ἔργον εἶναι χρυ- σοῦ τὸν λιμόν. καὶ Σατύρου μὲν οὐχ ὑπῆρξε γενέ- 6 7 8 σθαι κυρίοις, ᾗ ταῦτα ἂν ᾔτrισαν, εὐχαὶ δέ ἴωθεν αὐτοῖς πρὸς τὸν ἤλιον καὶ νυκτὸς ἀρχομένης πρὸς ἐκείνην χρήματά σφισιν ὅσα τοῖς ἐπὶ τῶν δυνάμεων γενέσθαι, γυνὴ δὲ καὶ παῖδες καὶ τὸ ἐρρῶσθαι καὶ εὐδαιμονεῖν οὐδαμοῦ. τεκμαίρεσθαι δὲ ἡμᾶς οὐκ ἐῶσιν,
ἀλλ’ εὖ εἰδέναι οἱ μεγάλους ἐργασάμενοι πλούτους φανεροὺς ἀπὸ τοῦ τὴν τῶν οὐ διδασκόντων ὁδὸν ἐλθεῖν, οἱ τοῖς μὲν ἐξισώθησαν, τοὺς δὲ καὶ παρεληλύθασιν.
Oratio 52. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.