σίαις. εἰ γὰρ μήτε χρήματα ἐποίουν διὰ τὸν οὐκ ἀξι- οῦντα τὰ τοιαῦτα κερδαίνειν πράγματά τε καὶ πόνους ἀνθ’ ἡσυχίας παρεῖχον παρῃροῦντό τε τῆς περὶ τοὺς λόγους ἐπιμελείας, ὅπως ἡδοίμην ταῖς τούτων αἰτίαις;
ἐπεὶ καὶ τούς ἰατροὺς ἀξιώσαιμ’ ἂν ὑπὲρ τῶν σωμάτων αὐτοῖς διαλέγεσθαι μόνον.
τοῦτο ἔτι; μηδεὶς ἄρχων μήθ’ ἑστιάτω μηδένα μήτ’ αὐτὸς ὡς ἄλλον ἑστιασόμενος ἐρχέσθω. πολὺ δὲ τοῦτο νυνί. καὶ τὴν μὲν ἄλλην αἰσχύνην ἐῶ τῶν νηφόντων ὁρώντων μὲν τὴν ἐν ἐκείνοις μέθην, μὴ γελᾶν δὲ οὐ δυναμένων. τοιαῦται μὲν αὐτοῖς αἰ παρειαί, τοιοῦτοι
δέ ὀφθαλμοί, τοιαῦται | δὲ γλῶτται. τῶν δὲ ἐπὶ 5 ζεύγους οἱ ἐπὶ τῶν ἵππων καταγελαστότεροι.
Oratio 51. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.