εἰκοῦς ἐστερημένον. τί λέγεις; ἔθηκα τιμὴν ὀρέων ἢ ὄνων ἢ καμήλων, ἐμισθωσάμην τοὺς ἐπιμελησομένους τούτων ἑκάστου, καὶ γέγονεν ἐντεῦθεν ἐμοί τε καὶ γυναικὶ καὶ παισὶν ἡ τροφή. σὺ δ’ ἅπτῃ καὶ ἕλκεις καὶ τὸ ἐμὸν σὸν ποιεῖς, καὶ δεῖ τὸ μὲν ἐργάζεσθαι 1 2 3 4 σοί, βλέποντα δὲ ἐμὲ σιωπᾶν. ὅρα, ὦ βασιλεῦ, μὴ οὐ σφόδρα βασιλείας τοῦτο ᾖ ἐπὶ τὸ κτηθὲν ἐμοὶ τὸν ἄρχοντα βαδίζειν. εἰ μὲν γὰρ ψῆφος ἀφαιρεῖταί με τὴν οὐσίαν καὶ τοῦτ’ ἔστιν ἀδικημάτων δίκη, πάντα ἔστω τἀμὰ τῆς πόλεως· εἰ δ’ οὐδὲν τούτων ἔγνωσται,
πῶς ἃ παρὰ τῶν νόμων ἔχω, ταῦτά με οὐκ ἐᾷς ἔχειν;
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.