πληγαὶ διὰ κακίαν ἀρχόντων εἰς ἔθος ἧκον. τοῦτ 1 αὐτὸς | ἀνῄρηκας νόμῳ, κἀν τοῖς ἐπαίνοις τοῖς περὶ σοῦ τῶν μεγάλων καὶ τοῦτο ἔστιν. ἐπὶ τὰς διὰ τῶν θηρίων λειτουργίας ἀνάγκαις ἤγετό τις πρότερον. σὺ γνώμης τοῦτο ἐποίησας οὔτε κωλύων βουλομένους 2 οὔτε ἕλκων ἄκοντας. Ι καὶ οὔτε ἐνόμιζες ἀδικεῖν
ἔθει μαχόμενος οὔτε ἠδίκεις. μηδὲ ἔστωσαν ἀνε- ψιῶν γάμοι γέγραφας ἐν ἐξουσίᾳ πολλῇ τοῦ ματος ὄντος. καὶ τῶν φαινομένων σοι δικαίων οὐκ ἦν ὁ τοῦ ἔργου χρόνος δυνατώτερος. πρὸς ταῦτα ἔδει
βλέψαι τοὺς τῆσδε τῆς πόλεως ἄρχοντας καὶ μὴ μᾶλλον αἰδεσθῆναι τὸν τῶν ἀδικημάτων χρόνον ἢ τὸ δίκαιον εἶναι ταῦτα πεπαῦσθαι.
σοι, ὅτου γὰρ οὐχ ἡγεῖται τὸ καλόν, τοῦτο 6 ἅπαν ζημία, οὐ μὴν οὐδ’ αὐτὸ τοῦτο ἐντεῦθεν ἐγίγνετο, ἀλλ’ ὁ μὲν πόνος ἑτέρων, ὁ δὲ μισθὸς ὧν εἰπεῖν οὐ βούλομαι.
Oratio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.