βουλῶν ἐπιμελουμένην κεφαλήν, ἔχεσθαι δὲ εὐθὺς τῶν 1 2 ἀποδεδομένων, μὴ συγχωρεῖν δὲ τοῖς ἄρχουσι μέλλειν, μηδ’ ἀναβολαῖς χαρίζεσθαι τοῖς ὑπὸ τῶν γραμμάτων τεθηραμένοις, ἀλλ’ ἀναγκάζειν ἐμμένειν τοῖς ὑφ’ ὑμῶν δικαίως κεκριμένοις καὶ φόβους ἐφιστάναι τῇ περὶ
ταῦτα νωθείᾳ, ἀντὶ δὴ τοῦ ταῦτα ποιεῖν καὶ ἔτι πλείω 3 τοὺς μὲν εἴων ζῆν ἐν οἷσπερ | ἔζων, πρὸς δὲ τοὺς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον ἐφθέγξαντο μεγάλας εἰς τὸ παρρησιάζεσθαι τὰς ἀφορμὰς ἔχοντες. ἀλλ’ ὧν οὐ γιγνομένων παρ’ ὑμῶν ἐσχετλίαζον ἄν,
ταῦτ’ ἔχειν ἐξὸν οὐκ ἐβουλήθησαν, ἀλλ’ οὐ διδόντων μὲν δεινὰ πάσχειν ἔλεγον, διδόντων δὲ οὐκ ἐχρή- σαντο, ἀλλ’ ὧν χρῄζειν ἔλεγον, ταῦτ’ εἰς χεῖρας ἰόντα ἀπεώθουν.
ὁ λόγος, ἀλλ’ ὅμοιον ποιοῦσιν, ὥσπερ ἂν εἴ τις πένης αἰτήσας παρὰ τοῦ Δῖός θησαυρόν, ἔπειτα γῆν ὀρύττων εὑρὼν φεύγοι τὸ δῶρον. τί δὴ τὸ τούτων αἴτιον; ἐν τοῖς ὀλίγοις τούτοις εἰσίν, ὦ βασιλεῦ, μεγάλαι τινὲς δυνάμεις, αἳ τοὺς ἀσθενεστέρους ἄγουσι καὶ φέρουσι
τούτοις τἀκείνων προστιθεῖσαι, τά τε ἐκ τοῦ πολι- τεύεσθαι κέρδη τὰ τούτων αὔξει. κἀν τοῖς ἀμελου- μένοις ἃ δικαίως ἂν ἐτύγχανε προνοίας, ἐκ τοῦ μὴ πολλοὺς εἶναι τοὺς βουλεύοντας τοῖς οὖσιν ἡ παραί- τησις. καὶ πολὺς καθ’ ἑκάστην ἡμέραν ὁ θρῆνος· 4 ὁρᾷς τοὺς ἑστηκότας ἡμᾶς τοὺς εὐαριθμήτους τοὺς ἀντὶ τῶν χιλίων καὶ διακοσίων δώδεκα; τοῦτ’ ἔστιν ἡ βουλή. ταῦτα μόνα τὰ πρὸς αῦτα πράγματα ἀγόμενα σώματα. δι’ ἡμῶν
τἀν τῇ πόλει, | δι’ ἡμῶν τἀν τοῖς ἀγροῖς, 5 δι᾿ ἡμῶν τὰ μείζω, δι’ ἡμῶν τὰ ἐλάττω, δι’ ἡμῶν τὰ κουφότερα, δι’ ἡμῶν τὰ βαρύτερα. διὰ τοῦτο τῶν αὐτῶν ὀνομάτων ἀκούεις.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.