τούτοις γε ἐσώζετ’ ἄν, εἰ δι’ αὐτοὺς ἐγγραφέντες | 1 ἑτέρωθεν ἐξηλείφοντο. θήρασον αὐτός, κράτησον, εἰσένεγκε τῇ βουλῇ τὰ ὀφειλόμενα, γενοῦ χρήστης δίκαιος. ἂν δ’ ἀδικῇ τις ἄλλος, τό γε σὸν οὐκ ἐν 2 3 4 5 αἰτίᾳ. οὐδὲ γὰρ ἢν τις ἀρρωστῶν δῆλος ᾖ πάντως τεθνήξων, ἀμελεῖται μὲν ὑπὸ τῶν ἰατρῶν, ἀμελεῖται δὲ ὑπὸ τῶν οἰκείων, ἀλλὰ καὶ πόνοι καὶ φροντίδες καὶ ἀγρυπνίαι καὶ φάρμακα, καὶ ὡς μὲν οὐδεμία των ὄνησις, ἔγνωσται, πᾶν δὲ ὅσον ἄξιον πρὸ τοῦ
θανάτου πέπρακται.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.