στέον. οἳ προδεδώκασι μὲν τὰς αὑτῶν ἐν τῷ τὰς βουλάς, προδεδώκασι δὲ τὰς ὑφ’ ὑμῶν εὑρημένας ταῖς βουλαῖς ὠφελείας. οἱ δὲ πατρίδας κακοῦντες πῶς οὐκ ἂν καὶ γονέας; οἱ δὲ ἐκείνους τίνος φείσαιντ’ ἄν; τίς γὰρ ἂν εἴη τοῖς γε τοιούτοις φίλος; οἱ δ’ ὑπὲρ χρη-
μάτων τοιοῦτοι ποίων μὲν ἀπόσχοιντ’ ἂν ἀναθημάτων; ποίων δ’ ἂν τάφων; τίνι δ’ ἂν συνήθει συνοδοιποροῦν- τες ἔχοντί γε χρυσίον οὐκ ἂν εἴπερ ἐξείη, κτείναντες ἀφέλοιντο;
Παλτὸν εἴπῃς ἐάν τε Ἀλεξάνδρειαν τὴν δεικνῦσαν τὸν Ἀλεξάνδρου νεκρὸν ἐάν τε Βαλανέας ἐάν τε τὴν ἡμε- τέραν. μέτρῳ μὲν γὰρ διαφέρουσιν, ἡ δ’ αὐτὴ ταχοῦ νόσος.
λόγον τῶν ἀποδράντων καὶ τῶν ἀτελεῖς αὑτοὺς πολλοῖς τρόποις πεποιηκότων. ἔστι δὲ τὸ μὲν οὐκ ἐκείνων, ἀλλὰ τῶν τε ἀρχόντων καὶ τῶν ἐπὶ τοῖς τοιούτοις 1 γράμμασι, τῶν Ι μὲν ἀπειλαῖς οὐδένα κρύπτειν ἐώντων, τῶν δὲ φόβῳ πάντα εἰς μέσον ἀγόντων. οἱ
γενναῖοι δὲ οἵδε τοῦ πράγματος εἰς κρίσιν ἥκοντος 2 3 νῦν μὲν σιωπῇ, νῦν δὲ τῷ μηδὲν ἰσχυρὸν εἰπεῖν ἐθε- λῆσαι τοῖς ἀδικοῦσι τὴν βουλὴν συνέπραξαν μαλακῶς συνηγωνισμένοι, ὡς μηδὲν ὀνειράτων τὸ πρᾶγμα φέρειν. σπείραντες δὲ τοιαύτας χάριτας ἐν τοῖς δικα- στηρίοις ἀπελθόντες ἀμῶσι τῆς προδοσίας τοὺς μισθοὺς
δεχόμενοι λέγοντες πρὸς τοὺς διαφυγόντας, ὡς ἄριστα προὔδοσαν. οἱ δ’ εἰσὶν ἐν τοῖς πρὸ τοῦ τῇ μὲν αὑτοῦ γαστρὶ χαριζόμενος ἕκαστος, βεβαιοτέραν δὲ ἔχων τὴν ἀτέλειαν τῇ κρίσει.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.