ἵνα γὰρ ἵππος ὑμῖν ἀνθ’ ἵππου καὶ ἡνίοχος ἀνθ’ ἡνιόχου γένηται καὶ πλέον ἀργύριον δοθῇ τοῖς γῆρας 1 2 3 θεραπεύουσι τυχὸν καὶ μείνῃ παρὰ τοῖς εἰρηνοφύλαξιν ὁ τῶν κορυνηφόρων μισθός, τί μὲν οὐ λέγεται; τί δὲ οὐκ ἀκούεται; δεινὸν δὲ οὐδέν, κἂν ἐξωσθῆναι δέῃ, κἂν εἰς τὸ οἴκημα ἐλθόντα Ι καθῆσθαι. καὶ πλη- 4 γᾶς δὲ οἶδά που γεγενημένας. εἶτ’ ἐν μὲν τοῖς ἐλάτ-
τοσι κοῦφος οὗτος ὁ φόβος, ὑπὲρ δὲ τῶν μειζόνων ἀφόρητος; καὶ τίνα ἂν ἔχοι λόγον;
τῆς βουλῆς προθυμίᾳ. οἱ οὐκ ἔμελλον δήπου χαλεπῶς ὑμῖν ἕξειν τῇ κρηπῖδι τῶν πραγμότων βοηθεῖν προ- προαιρουμένοις. ἀλλ’ ὑμεῖς οὐκ ἐν ὁμοίοις ἄρχουσιν ὑμῖν αὐτοῖς ὅμοιοι, ῥᾴθυμοι. καὶ προσγελᾶτε δὴ τοῖς τῆς ἀδείας ταύτης ἀπολαύουσιν αὐτὸς ἕκαστος βουλόμενος
ταύτης ἀπολελαυκέναι δοκεῖν.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.