τρέπειν αὐτῷ τῶν ἠδικημένων μηδένα δίκης τε εἵνεκα καὶ ὅπως εἴη τοῖς οὔπω τῇ βουλῇ λυμαινομένοις παράδειγμα.
σχήματος. τοῦτο δέ ἐστι τὴν πολιτείαν καθ’ ἣν ζῶμεν κινούντων. εἰ γὰρ ἐν ᾧ μέν τις ὑπὸ τοῦ νόμου τέτακται, τοῦτο καταλείψει, ζητήσει δέ τι μεῖζον, ζητῶν δὲ οὐκ ἀδικήσει, ὁ μὲν στρατιώτης Ι ἔξει τοῦ τα- 3 ξιάρχου τὴν τάξιν, τὴν τοῦ στρατηγοῦ δὲ ὁ ταξίαρχος.
ἔσται δὲ ὁ μὲν ναύτης ἀντὶ τοῦ κυβερνήτου, ὁ δὲ χορευτὴς ἀντὶ τοῦ διδασκάλου, ὁ δ’ οἰνοχόος τὴν κύλικα ῥίψας κατακλινεὶς πίεται μετὰ τοῦ δεσπότου.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.