πυθέσθαι τινάς, ὡς αὐτὸς ταῦτα κελεύσειεν. ἃ εἰ μέν ἐστι δίκαια, τί ἂν αἰσχύνοιτο; εἰ δὲ ἄδικα, τί τῶν τοιούτων ἐπιθυμεῖ; εἰ δ’ οὐδὲ ἐμοὶ τὸ δίκαιον ἐσώθη τῷ πλεῖστα δὴ περὶ λόγους κάμνοντι καὶ γράμμασι δὴ παρὰ σοῦ κεκοσμημένῳ καὶ τὴν τῶν πεφοιτηκότων
ἕξοντι λύπην, τὶ χρὴ περὶ τῶν ἄλλων οἷς οὐδὲν των ἔστιν, ὑπολαμβάνειν;
πόλιν τοιοῦτοι μὲν γεωργοί, τοιαῦται δὲ θύραι, οῦτοι δὲ μισθοί, τοιαῦται δὲ συνθῆκαι, τοιαῦτα δὲ κέρδη, τοιαῦται δὲ ζημίαι, τοιαῦται δὲ εὐφροσύναι, τοιαῦται δὲ κατήφειαι. καὶ γὰρ ἐκ τῶν ἄλλων ἀγρῶν οἷς ὁδὸς οὐκ ἔνι τὰ τοιαῦτα ὑβρίζειν, γυναῖκας κατα-
λιπόντες οὐκ ὀλίγοι καὶ τέκνα φέρονται πρὸς τοὺς ἰσχύοντας ἐκείνους, τοὺς τοιούτους πύργους, ἀπολαύ- σοντες τῆς παρανόμου δυνάμεως. κἂν ὁ κατηγορῶν γένηται τῶν τοῦ στρατηγοῦ τις, αὐτῷ μέλειν εἰπὼν 2 3 4 τοῦ κατηγορουμένου καταπαλαίσας τὸν αἰτιασάμενον ἀπῆλθε.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.