αἰδεσθεὶς ἐκολάκευσε τοὺς τοῦ δήμου μοχθηρούς, οἷς ὅσα βουλομένοις ἦν ἐψηφίζετο.
κεν ἕτερα τὴν αὐτὴν ἔχοντα συμβουλήν. τοὺς γὰρ ἀθλίους τούτους τοὺς ἐν ὠνῇ καὶ πράσει τῇ τῶν ὠνίων ζῶντας συλλέξας διὰ τῶν ῥαβδούχων, τουτὶ δὲ ἦν λῆμμα ἑκάστῳ τῶν ῥαωδούχων ποιῆσαι τὸν εἰλημμένον, εἴ γὰρ μὴ τοῦθ’ ὑπέμενον, ἤγχοντο ἄν, τὴν νύκτα
τοίνυν ἀνηλωκὼς ἐν τῷ σκοπεῖν, ὅ τι χρὴ παθεῖν τοὺς ἐχομένους, πληγῶν ἐποίησε τὴν ἡμέραν, πληγῶν ὅσαι γένοιντ᾿ ἂν καθ’ ἕκαστον ὑπὸ νέων πεντεκαίδεκα, 5 τοῦ τὸν πρότερον ἀποκαμεῖν εἰσάγοντος τὸν διά- δοχον. ἡγεῖτο γάρ, ὅπερ αὖ καὶ ὁ πατήρ, σιδήρου τὰ
νῶτα τοῖς τυπτομένοις εἶναι.
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.