δὲ τοὺς ψήφου δεομένους ἡ δι’ ὧν τε πορεύονται περὶ τὰ κέρδη μανία ὅ τε κορυφαῖος τῶν λῃστῶν τὸν ἔνα τέτταρας εἰργασμένος ὥσθ’ οἱ μὲν πλήρεις στα- τήρων ἀπιόντες τῇ χειρὶ τοῦτον ὑμνοῦσιν, ὁ δὲ τῆς χλαμύδος εἰς τοῦτο χρῄζων διψῶν ὅμως ἀπέρχεται.
καὶ δοκεῖς δὴ μετέχειν τῆς συλλογῆς· μὴ γὰρ ἂν ἀνα- σχἐσθαι τοσοῦτον κακὸν μὴ κοινωνίας οὔσης.
ἂν ἡμάρτανεν οὐκ εἰδὼς ἃ προσῆκεν, ἦν δ’ ἂν ἴσως τι καὶ συγγνώμης· νῦν δ’ εἰσὶν οἱ πρὸς αὐτὸν εἶπόν τε καὶ διηγήσαντο καὶ παρῄνεσαν αὑτοῦ φροντίσαι | καὶ βοηθῆσαι τῷ δικαστηρίῳ λέγοντες, ὡς ὠμότεροι 3 τῶν ἐν ταῖς ἐρημίαις κακούργων εἰσὶν οἱ λαμβανόμενοι
τῶν ὑπὲρ δικῶν δεῦρο ἀφικνουμένων μελλόντων τε ἀγωνιεῖσθαι καὶ μετὰ τὴν γνῶσιν. ὁ δὲ ταῦτα ἀκούων πλάττει μῦθον ὅς οὕτως ἐστὶν ἀπίθανος, ὥστ’ οὐδὲ παῖδα ἂν λάβοι. καί φησιν οὐχ αὑτοῦ ταῦτα εἶναι, τῶν δὲ κεκελευκότων.
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.