φανεῖται φιλάνθρωπος ἐρυθριῶντα φεύγειν.
Ἰθακησίους. καὶ λίαν ἔφασαν καὶ οὔτε δεῖν ἡδέως οὔτε πλήττειν. ἥσθην ἐγὼ ταῦτα ἀκούσας καὶ εἷναι τοιοῦτον αὐτὸν διὰ τέλους εὐξάμην, ἀδύνατα ζητῶν, ὡς μετὰ ταῦτα ἔγνων. εὐθὺς μὲν γὰρ ἕνα τῶν πολι- τευομένων τῆς ἡμετέρας οἰκίας λύοντα τὰς ἐπενεχθείσας
αἰτίας δεσμώτην ἐποίησεν ἐγγυητῶν οὐκ ἀποροῦντα, οἱ ὅταν ὦσι, δεσμὸς οὐκ ἔστιν ἐπὶ μικραῖς αἰτίαις, οἷαι ἦσαν αἱ τότε. δεομένου δέ μου λῦσαι μόλις μέν, ἔφη δὲ λύσειν. εἰπὼν δὲ εἴα δεδέσθαι, ὥσθ’ ἑτέρας ἐκείνῳ δεῆσαι βοηθείας.
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.