ἑκάστην φάλαγξ, καὶ τούτων αὖ καθ’ ἑκάστην κήρυκες, | 1 ἡμεροδρόμοι, βασανισταί, ἔνι δὲ καὶ ἄλλα ἄττα ἔργα ποιοῦντα προσηγορίας. οὗτοι δὴ πλῆθος ὄντες εἰσπίπτοντες εἰς τὰ καπηλεῖα πολλάκις ἑκάστης ἡμέρας πίνουσιν ὅσον ἂν μέθην ποιήσειεν, οὐκ οἶνον μόνον,
ἀλλὰ καὶ ἃ τούτῳ ἐν μίξει. ἀριθμεῖ δὲ οὐδεὶς τὰ ἐκπώματα, οὐκ ἀνήρ, οὐ γυνή, οὐχ υἵός, οὐ θυγάτηρ, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ ἀπολωλέναι. τοῖς γὰρ αὑτῶν χρῆ- σθαι λέγουσι καὶ εἶναι δεσπόται τῶν τε πίθων ὁμοίως καὶ ὧν εἰσιν οἱ πίθοι.
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.