στον ἐποιήσατο τὴν μίμησιν, ὥστε ἐν πολὺ χαλεπω- τέροις τοὺς δεσμώτας γενέσθαι. οὐ γὰρ ἀπαλλαγὴν αὐτοῖς παρέσχε τοῦ πράγματος, ἀλλ’ ἤμειψε τὸν τόπον 1 2 3 τοῦ δεδέσθαι μένοντος. ἐπὶ γὰρ τὸ τῆς δευτέρας ἀρχῆς οἴκημα πέμπει τὰ σώματα πολλοῖς πολλὰ προστιθείς, ὥστε ἀλλήλους καταπατοῦντες ἀπώλλυντο. τοιαῦτα τῶν καλῶν τούτων αὐλῶν ἀπέλαυσαν οἱ ταλαίπωροι. εἶτ’ ἐν οὐ πολλαῖς ἡμέραις αὖθις εἶχε πλείους ἢ τρό-
σθεν τὸ οἴκημα. καὶ ταῦτα οὐκ ἠγνοεῖτο μέν, ἐκείνῳ δὲ ἐδόκει.
σωτηρίαν αὐτῶν, οἶδα. οἶδα μέντοι κἀκεῖνο, ὅτι ἅπερ ἂν οὐ κειμένου τοῦ νόμου, ταῦτα καὶ γεγραμμένου πέπρακται. οὐ γὰρ ὄντων τῶν βεβαιοῦν αὐτοὺς ἐθε- λόντων δικαστῶν γράμματά εἰσι Ι μόνον, τοῖς 4 ἀδικουμένοις δὲ οὐ παρέπονται ποιοῦντες αὐτοὺς
τοῖς παρ’ ἑαυτῶν ἔργοις τῶν ἠδικηκότων κρείττονας.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.