XLV.
ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΩΝ ΔΕΣΜΩΤΩΝ.
ἠνώχλουν· ἐπεὶ δὲ οἱ μὲν κακοὶ περὶ τουτὶ γεγένηνται τὸ μέρος, λέγει δὲ οὐδὲν πρὸς σὲ περὶ τούτων οὐδεὶς τῶν εἴτε ἀγνοοῦσιν ἀδικούντων εἴτε εἰδότες σιωπῶσιν, ὅ τι τε ἂν περὶ ταῦτα γίγνηται δυσσεβές, οὐκ ἔστι μὴ συνδιαβάλλεσθαι τὴν βασιλείαν, ὁ τὴν σὴν πρᾳ-
ότητα θαυμάζων ἐγὼ καὶ ἅμα χάριν τὴν μεγίστην 2 3 4 5 6 7 8 9 10 11 12 εἰληφὼς δίκαιος ἂν εἴην τῇ σῇ ψήφῳ θεραπεῦσαι τό ἀμαρταόμενον.
ζῆν τε καὶ περιεῖναι, καίτοι γε δι’ ὑπερβολὴν θρωπίας ἤδη τινὶ καὶ τούτων ζῆν ἔδωκας, ἀλλ’ ἔστω κύρια τὰ παρὰ τῶν παλαιῶν νόμων. ταῦτα δέ ἐστιν ἀποθνήσκειν μὲν ᾧ τι τοιοῦτο τετόλμηται, ζῆν δὲ ὃς
οὐδὲν τηλικοῦτον ἠδίκηκε. τὸ δὲ τετολμηκέναι καὶ τὸ 13 ἠδικηκέναι τί ποτέ ἐστι; τὸ ἐξεληλέγχθαι. Ι ὡς τό γε πρὸ ἐλέγχων ἀποθανεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ ἠδι- κῆσθαι. καὶ γὰρ εἴ τῳ πέπρακται μὲν ἄξιον θανάτου, τουτὶ δὲ συγκέκρυπται, τοῦτον ὁ κτείνας ἀδικεῖ τὴν τιμωρίαν πρὸ τῆς πίστεως λαβών.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.