τοὺς πόνους, θεάτροις δὲ διαγέγονε χρώμενος. καὶ αὐτῷ μυρία μὲν ἐν Φοινίκων ἐπεδείχθη πόλεσι, πολλὰ δὲ ἐν Παλαιστίνης ἄστεσιν. οὗ δὴ καὶ πολίτης ἡμἐ- 2 3 4 5 6 τερος ἐφεστὼς δυνάμεσιν ἠγάπησέ τε αὐτὸν καὶ κατεῖ- δεν ἀκριβῶς καὶ ὅπως καρπώσεται τοὺς λόγους, ἐποίησε πρέποντα τῷ γένει δρῶν. Μουσῶν γὰρ Περσεὺς ὁμο- πάτριος ἀδελφός, ἐξ οὗπερ οὗτοι.
ἔρχεσθαι τῆς τέχνης, εἰ καὶ μήπω τυγχάνετε λέγοντος ἀκηκοότες. ἐκ γὰρ δὴ τῆς ἀκροάσεως ἑωράκατε τὸν ῥήτορα. οὕτω πᾶν τὸ λεγόμενον τοῦ προσήκοντος ἠξίου. εἰκὸς τοίνυν αὐτὸν καὶ ὁπόταν ἐργάζηται λόγον, τοῦ προσήκοντος τυγχάνειν φεύγοντά τε ἃ χρὴ καὶ
διώκοντα ἃ προσήκει. λόγων δὲ δύναμιν ἐσχηκὼς ἐπιεικείᾳ κεκόσμηκε τὴν ψυχὴν ὀργῆς τε ὅτι πλεῖστον ἀπέχων ὀργὰς ἂν ἑτέρων ἐνέγκαι εὖ μάλα φωνή τε αὐτῷ πρᾳοτέρα τό τε πρόσωπον ἐν μειδιάματος μέτρῳ συνουσίαι τε αἰ πρῶται φιλίας ἀπεργαζόμεναι. ὅτῳ
γὰρ ἐγγύς τε ἔλθοι καὶ κατασταίη πλησίον καὶ μικρὰ διαλεχθείη, τοῦτον εὐθὺς ἔλαβέ τε καὶ ἔχει.
Oratio 44. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.