μὲν συμπράττων, τοῖς δ’ ἐναντιούμενος, εἰκότως ἂν καὶ νῦν ὑπωπτευόμην οὐ τὸ κοινῇ συμφέρον ζητεῖν, τῇ δὲ πρὸς ἐνίους χάριτι πρὸς τοῦτο ἥκειν· ἐπεὶ δὲ πολλῶν πατέρων κύριόν με ποιουμένων ἐν ταῖς ὑπὲρ διδασκάλων ἐκλογαῖς οὐδαμοῦ προκρίνας ἕτερον ἑτέρου
φανήσομαι, δικαίως ἂν πιστευοίμην τήμερον ἀπὸ τοῦ πάντων ὁμοίως κήδεσθαι πρὸς τὴν τῶν οὐ δοκούντων μοι καλῶς ἔχειν ἐπανόρθωσιν ὡρμηκέναι. ὃ γὰρ ἐμὲ 1 μὲν οὐδὲν Ι τῷ μὴ εἶναί μοι τὸν ἀντικαθήμενον, τὰ δὲ τῶν ἄλλων ὑμῶν βέβλαφέ τε πολὺν ἤδη χρόνον
καὶ εἰ μή τις ἐπισχήσει, βλάπτον οὐ στήσεται, τοῦτ’ ἄξιον ἐνταῦθα δέξασθαι τὴν τελευτήν.
κόσιν ἀγέλαις, οὓς τὸ πολλοὺς εἶναι τοὺς ἐπιθυμοῦντας μανθάνειν εὐδαίμονας ἐποίει, καὶ τότε μὲν ἂν εἰκὸς ἦν σκοπεῖν, ὅπως μηδὲν μηδαμόθεν ἔσται τὸ ζημιῶσον· νῦν δέ, ὡς ὁρᾶτε, βαπτιζομένου τοῦ πράγματος καὶ πάντων ἐπ’ αὐτὸ κεκινημένων τῶν πνευμάτων οὐδ’ εἰ
σφόδρα βούλοισθε, κακῶς ἔξεστι φρονεῖν καὶ προστι- 2 3 4 5 θἐναι τοῖς ἀναγκαίοις ἑκούσιον ζημίαν.
Oratio 43. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.