ἄγουσι, παντί τῳ δῆλον. τούς τε γὰρ τὰ τοιαῦτα | 1 εἰδότας ἦν ἐξ ἀρχῆς ἐρωτᾶν, σφαλέντα δὲ καὶ ἐξηπατημένον εὐθὺς ἔδει ποιεῖν τὸ δεύτερον. νῦν δὲ ἐνιαυτῶν παριόντων καὶ τῶν ὡρῶν τὸν περὶ τοῦ μισθοῦ λόγον εἰς μέσον ἀγουσῶν τότε τὴν ἀχλὺν ἀφαιρεθέντες διορῶσι τό τε βέλτιον καὶ τὸ χεῖρον.
καί φασιν ἀπενεχθῆναι τὴν ἀρχὴν τοῦ δέοντος οὐκ ἄλλο τι νομίζοντες εὑρηκέναι κάλλιον, ἀλλ’ ὅπως μετ’ εὐπρεπείας ἀγνωμονοῖεν καὶ δοκῶσιν ἐρᾶν τοῦ τονος. σημεῖον δέ, πολλοὶ πάλιν ἐπὶ τοὺς αὐτοὺς ἐπανῆκον ὡς ἀμείνους ὧν ἀπέστησαν ὡς χειρόνων.
καίτοι πῶς ἔνι τὸν αὐτὸν βελτίω τε καὶ φαυλότερον εἶναι; οὐκ ἔστιν. ἀλλ’ ἔτος, οἶμαι, πάλιν παρὰ τῷ δευτέρῳ διελθὸν καὶ αἰ ὧραι πάλιν καὶ μισθοῦ καιρὸς τὴν δόξαν ἐκίνησαν.
τῶν συνθηκῶν δόξομεν νωθροτέρας ποιήσε- σθαι τοῦ λοιποῦ τὰς συνουσίας ὡς οὐκ ὂν ἑτέρωσε μεθορμίσασθαι. ἀλλ’ οὐκ εἰδότων ἡμᾶς ἥ γε τοιαύτη δόξα. καὶ πρός γε εἰς διδαχὴν τῆς 2 3 ἡμετέρας φιλοπονίας ἱκανὸν τὸ καὶ τὰς ἡμέρας ἐν αἷς ἔξεστιν ἀργεῖν, ἐργάζεσθαι. λέγω δὲ ταύτας ἐν αἷς οἱ τὰς ἀρχὰς ἔχοντες νῦν μὲν εἰς θέατρον, νῦν δ’ εἰς ἱππόδρομον ἀγείρουσι τὸν ὄχλον τιμῶντες αὐτὰς ὥς
τι τοῖς βασιλεῦσιν ἐνεγκούσας ἀγαθόν. οἱ Ι μὲν 4 οὖν κήρυκες βοῶσι χωρούντων τε ἐκείνων ἐφ’ ἅπερ ἔφην καὶ πάλιν ἀναστρεφόντων, ἡμεῖς δὲ ἀκούοντές τε καὶ τὸ πρᾶγμα εἰδότες πονοῦμεν ἃ μὴ πονεῖν βου- λομένοις ὑπῆρχεν. οὐ γὰρ ἂν ἀπόστασιν ἐν κοινῇ τοῦτ’ ἐποίει σιωπῇ.
Oratio 43. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.