φάντας ἀσθενεστέρους καταστῆσαι. γραφὴν μὲν γὰρ δικαίαν οὐκ ἐφοβούμεθα, τὸ δ’ ὑπάρχειν τισὶ ῥᾳδίως ἐπηρεάζειν οἷς ἐκεῖνο οὐκ ἔνι. χρῆται δὴ τῷ περὶ ταῦτα νόμῳ Θαλάσσιος, καθ’ ὃν γράμματα τῆς σῆς δεξιᾶς λαβὼν ταῦτ’ εἰς τὴν βουλὴν εἰσέπεμψε τῶν παρ᾿
ἐκείνης τευξόμενα. ἀναπηδήσας οὖν εὐθὺς Ὀπτάτος, 2 3 ὦ γῆ καὶ ἥλιε, μετὰ τοῦ τὴν χεῖρα πρὸς τὸν οὐρανὸν αἴρειν ἐβόα, Θαλάσσιος τῆς ἡμετέρας βουλῆς;
βουλομένων, ἣν οὔτε ἐν κύβοις οὔτε ἐν πότοις οὔτε ἐν λαγνείᾳ πεποίηκεν ἐλάττω, ἀλλ’ εὖ ποιῶν τοὺς δεο- μένους τῶν φίλων καὶ τοὺς πονοῦντας αὐτῷ περὶ τὰ παρὰ τῆς γῆς ἀνέχων διατετέλεκεν εἶναί τε νομίζων θεοὺς καὶ τἀν τῇ γῇ καθορᾶν, ὡς εἰκὸς τὸν ταῦτα
πεπεισμένον, διάγει. γάμῳ τε ἐρρῶσθαι φράσας καὶ πᾶσιν ἀφροδισίοις παῖδα μὲν | ἔχειν ἐν ἐμοὶ νο- 4 μίζει τῷ γέροντι, τῶν δ’ ἐν ταῖς ἄλλαις μίξεσιν ἡδο- νῶν ἥδιον τὸ μὴ τούτοις ἥδεσθαι.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.