ἀγέλην πεῖραν προσάγων τισὶ καὶ χωρίζων τῶν ἄλλων καὶ πρὸς κίονί τινι λαλῶν καὶ τι καὶ θρασύτερον ποιῶν ὀφθεὶς ἀπηλαύνετο σωφρονεῖν δεῖν ἀκούσας ἢ εἰ μὴ δύναιτο, παρ’ ἄλλους ἐλθόντα θηρᾶν. ἠπόρησε μὲν οὖν οὐδὲ παρ’ ἡμῖν τῶν συνοργιουμένων, ἐλθὼν δὲ
1 2 ὡς τοῦτον καὶ μέγα μὲν οὐδὲν πεπονθώς, αἴρων δὲ τὸ πραχθὲν τῷ λόγῳ δυσμενῆ ποιεῖ τὸν χρῄζοντα αὐ- τοῦ τῆς τέχνης τούτῳ μάλιστα τῷ Θαλασσίῳ, δι’ ὅτου καὶ τὴν ὑπὲρ τῶν νέων ἐπιτίμησιν ἐποιησάμην. καὶ
διετέλει δὴ ζητῶν, ὅτῳ δὴ] τὸν ἄνθρωπον ἀμυνεῖται τρόπῳ καὶ λαβὼν καιρὸν ἠμύνατο τῶν τε καλῶν ἐκεί- 3 νῶν χαρίτων | ἀποδιδοὺς ἀμοιβὰς καὶ ἅμα αὐτὸν θερμότερον πρὸς τὰ δεύτερα ποιῶν εἰδότα, ὡς οὐ περὶ ἀχάριστον έσται προθυμότερος.
λεὺς Ἕκτορα τηλικοῦτον ἐφρόνησεν, ἡλίκον ὁ μαστροπὸς οὗτος, ὂν τὸ τῆς χαρᾶς ὑπερβάλλον λέγειν ἃ σιωπᾶν ἐχρῆν ἐξῆγε. γελῶν γοῦν καὶ πηδῶν καὶ τοὺς μάλιστα αὐτῷ συνήθεις περιβάλλων καὶ φιλῶν, ἐμὸν τοῦτο, ἐβόα· τὸ γὰρ δι’ ἐμὲ πραχθὲν ἐμὸν εἰκότως ἂν
καὶ δοκοῖ καὶ λέγοιτο.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.