θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλ’ ὅμως τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν, ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον
οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος. 1 2 3 4 5 6 καίτοι συνδειπνῶν ἴσως τισίν, οὐ γὰρ δὴ φοιτῶν, οὐδὲ γὰρ ἐφοίτησεν, ἤκουσεν, ὡς Ἀχιλλεὺς δέξαιτο τὸν Πρίαμον πατέρα ὄντα τοῦ τὸν φίλτατον ἀπο- κτείναντος αὐτῶ. ὁ δὲ ἀπ’ αὐτοῦ τοῦ γήρως ὕβριζεν ἀγανακτῶν, ὅτι μὴ συκοφάντης ὁ φιλόσοφος ἦν.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.