αὐτοὺς τῶν πατρῴων, ὅσον ἔξεστι, ποιοῦντες, ἀπο- θανόντων δὲ καθάπαξ προδότας. καὶ πολλῶν οἰκίας ἵδοι τις ἂν περὶ ταῦτα ἀνηλωμένας. οὗτοι καὶ τὰ τῶν λόγων βεβλάφασι τῶν νέων τοὺς μὲν ῥᾳθυμοτέρους
πεποιηκότες, τοὺς δὲ ὅλως | ἀποστήσαντες. καὶ τί 3 δεῖ με ζητεῖν πρᾶγμα ἀδύνατον ποιεῖν, ἅπαντα τὰ τούτων λέγειν κακά; πλὴν τοσοῦτόν γε ἐρῶ, ὅτι χοῦ τῆς γῆς ἡμῖν ἡ πόλις διαβέβληται διὰ τὴν τούτων ἀσέλγειαν καὶ βδελυρίαν.
κρίνεις, ὦ Τιμόκρατες, κατὰ τοὺς πολλοὺς τῶν των; κακὸν μὲν οὖν μέγιστον εἰκότως ἂν ἡγοῖο τὰς παρὰ τῶν κακῶν ταύτας εὐφημίας. ἴσην γὰρ ἔγωγε νομίζω μαρτυρίαν ἀρετῆς εἶναι τό τε κακῶς ἀκούειν παρὰ τῶν φαύλων τό τε εὖ παρὰ τῶν σπουδαίων.
τίς δ’ ἂν καὶ ἀμείνους ὑμᾶς παρὰ τοῦτο νομίζοι; ποῖος ἄρχων ἐθνῶν; ποῖος ὕπαρχος; τίς λοχαγός; τίς στρα- τηγός; ποῖος βασιλεύς; ποῖα βουλή; τίνες γεωργοί; τίνες στρατιῶται; ὧν γὰρ τοῦ τρόπου κατεγνώκασι, 4 5 πῶς ἂν τὰ ῥήματα τούτων, εἰ καὶ εὐφημότερά πως εἴη, χρηστὸν ἂν ἔχειν τι νομίζοιεν;
πόλιν γὰρ ἡγῇ τουτουσὶ τοὺς ἀπόλιδας, πόλιν τοὺς ἀοίκους, πόλιν τοὺς ἀγάμους, οἶς καλὴ μὲν εἰς βίον οὐδεμία πρόφασις, τὸ κακοὺς δὲ εἶναι καὶ τὸ κακὰ δρᾶν; ὁ βουλευταῖς ἀρέσκων καὶ παισὶ τοῖς τούτων, ὁ τοῖς ἐπὶ τῶν ἀρχῶν ἐξητασμένοις, ὁ τοῖς παιδεύ-
οὖσιν, ὁ τοῖς παιδευομένοις, ὁ τοῖς πονοῦσι περὶ τὴν γῆν, ὁ τοῖς παρέχουσιν αὑτοὺς τοῖς δικαζομένοις συμ— μάχους, ὁ τοῖς ἀπὸ τῶν χειρῶν ποιουμένοις τὸν βίον, ὁ τοῖς ἐπ’ ἐμπορίᾳ πλέουσιν, ὁ τούτους ἕλκων οἷς ποιεῖ καὶ φιλεῖν αὑτὸν ἀναπείθων οὗτος ὑπὸ πόλεως
ὡς ἀληθῶς φιλεῖται. ὁ δ’ ὑπὸ τουτωνὶ τῶν καταπτύ- 6 στῶν φιλούμενος, | δῶμεν γάρ, οὐχ ὑπὸ πόλεως φιλεῖται, πόθεν; ἀλλ’ ὑπὸ νοσήματος πόλεως, οὗ δος ἂν ἦν ἀπηλλάχθαι τὴν πόλιν.
Oratio 41. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.