νων ἐξηρτῆσθαι, μηδὲν ἕτερον μήτε πράττειν μήτε εἰδέναι. οἱ δὲ αὐτοὺς διατρέφουσιν ἀργυρίῳ νῦν μὲν πλείονι, νῦν δὲ ἐλάττονι· ἐλάττονι μέν, ὁπότε ἡσυχά- ζοιεν, πλείονι δέ, ὁπότε ὀρχοῖντο. πᾶν δὲ αἰσχρὸν αὐτοῖς ὁμοίως ἔν τε ἡμέραις ἔν τε νυξὶ πράττεται,
κἀν ταῖς ὑπερβολαῖς τῶν αἰσχρῶν τούτων αὐτοῖς ἡ φιλοτιμία, ὡς δὴ τότε μάλιστα τὴν αὑτῶν τάξιν βεβαι- ούντων, ὅταν ἃ μηδὲ ἀκοῦσαι τοῖς σωφρονοῦσιν ἀνε- κτόν, ταῦτα αὐτοῖς ῥᾳδίως πράττηται.
Oratio 41. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.