ἐμοὶ λέξοντα, ἀλλὰ καὶ τῷ τόπῳ τὴν παροινίαν ηὔξετε. καὶ ἐλέγετε μὲν ἠναγκάσθαι, | λέγει δὲ ὑφ’ οὗ κατη- 1 ναγκάσθαι φατέ, τοῦτ’ αὐτὸς ὑφ’ ὑμῶν πεπονθέναι καὶ λέγων ὄμνυσι πάντας μὲν θεούς, οὐχ ἥκιστα δὲ τοὺς ἐν Αἰγύπτῳ τιμίους ἦ μὴν ὑφ’ ὑμῶν εἰς τοῦτο 2 ἐμβεβλῆσθαι καὶ βούλεσθαι μὲν οὐδαμῶς, διαφυγεῖν δὲ οὐκ ἔχειν· εἰσπράττεσθαι γὰρ πικρότερον τῶν τὰς εἰσφορὰς ὀφειλόντων. οὕτως ἀδικεῖτε μὲν οἷς ἐβιά- σασθε, ἀδικεῖτε δὲ οἷς ψεύδεσθε. καὶ σκοτεινῇ λευκὴν ἡμέραν ἐβλάψατε ἀντὶ τῶν προτέρων χορῶν τῶν ἐκ
τοιούτων ἀνδρῶν ἕνα παιδαγωγὸν ὁρῶντες ἐν χειρίδι σαπρᾷ τὴν χεῖρα κινοῦντα, ὑμεῖς δὲ ἀδελφὴν ἡμέραν ἕξειν ἐκείνῃ προσδοκήσαντες ἀνέβητε.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.