νῦν δ’ οὕτως αὐτὸν ἐθαύμασας, ὥσθ’ ὑπὲρ τῆς πρὸς ἐκεῖνον χάριτος τὰ πρὸς ἡμᾶς δίκαια συνέχεας. καὶ οὕτως ἀδικῶν ᾔδεις, ὥστ’ οὐ μετέδωκας ἡμῖν τοῦ γε- νησομένου οὐδ’ εἶπες προσελθών, ὅτι βούλοιο μὲν τὸν Ἀλεξάνδρου παρεδρεῦσαι τῷ σῷ μὲν ἀδελφῷ, φίλῳ
δὲ ἐμῷ, δεινὸν δὲ ἡγούμενος ἐν ἀγνοίᾳ σου τοῦτο γενέσθαι λέγω τε καὶ προλέγω καὶ βου- λοίμην ἄν σε μὴ διακωλύσαι. οὕτως ἂν ἐτίμας τὸ τῆς φιλίας ὄνομα, οὕτως ἄν ὃ προσῆκον <ἦν> α ἐπέπρακτο πείθοντός τε καὶ οὐ πείθοντος. νῦν δὲ ἡ
κλοπὴ τοῦ πράγματος καὶ τὸ πάσῃ μηχανῇ πειραθῆναι λαθεῖν τεκμήριον ἐναργὲς τοῦ μηδ’ αὐτῷ σοὶ δοκεῖν εἶναί τι δίκαιον ἐν οἶς ἔπραττες.
μελλόντων γε ἡμῶν οὐκ ἀναισχυντήσειν, εἴ τι δίκαιον ἐν τοῖς λεγομένοις ἦν; ἀλλ’, οἶμαι, καὶ τούτου κατε- γνώκεις τοῦ λόγου ῥᾴστης γε τῆς ἀποκρίσεως οὔσης· ἄνθρωπε, δράσει τις τοῦτο ἕτερος; δράτω. καὶ δώσει πάρεδρόν τινα τῶν Ῥώμην ἑωρακότων;
δότω.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.