XL.
ΠΡΟΣ ΕΥΜΟΛΠΙΟΝ.
νος μὲν γὰρ οὐκ ἔχων τὸ δίκαιον προσδιέφθειρεν, ὁ δ’ ἃ χρῆν αἰτιώμενος ἐνουθέτησέ τε καὶ τῶν ὁμοίων ἁμαρτημάτων ἀπήγαγεν. οὔκουν τοῦτο μισοῦντος, ἀλλ’ ἐκεῖνα, ὅ τε ἐπὶ τοῖς ἡμαρτημένοις ἔπαινος καὶ ἡ σιωπὴ παραλείπουσα τὴν τῶν ἡμαρτημένων ἐξέτασιν.
ὥστ’ εἴ σε πώποτ’ εὐεργέτηκα, τουτὶ δὲ εἴρηταί σοι πολλάκις, ταὐτὸ δοκοίην ἂν εἰκότως καὶ νῦν ποιεῖν.
μηδ’ ἐξαπατηθῇς, ἀλλ’ ἐχθροὺς ἀμφοτέρων ἡγοῦ συγ- κροῦσαί τε βουλομένους ἡμᾶς καὶ καταστῆσαι δυσ- μενεῖς ἀντὶ φίλων. σὺ δ’ οὔτ’ ἄλλοτε πώποτε πὰρ ἡμῶν ἠδικήθης εὐνοίᾳ τε καὶ τοῦτο γίνεσθαι νόμιζε.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.