σθαι παρὰ τῶν ποδῶν οὐκ ὀλίγα. ὁ μὲν οὖν νεώτερος | ἥδιστ’ ἂν ἀπελθών ποι πρόφασιν οὐκ ἔχων μέ- 1 νεῖ, τῷ πρεσβυτέρῳ δὲ ἡ μεγάλη πόλις ἔδωκεν ἀφορ- μὴν εἰς φυγήν. τῇ μητρὶ δὲ αὐτοῖν πολλὰ ἀποφράττει τὸ στόμα.
Φρύνωνι, τούτου δὲ αὐτὸς ἡγεμών, εἴπερ ἄρα ἕξει τὸν ἑψόμενον, ὡς ἔγωγε οὐκ οἶμαι. ὃ γὰρ αὖ Φίλιππος ἦν τῷ παιδὶ τοῦ Φρύνωνος, τοῦτο οὗτος τῷ αὑτοῦ καὶ ταῦτα τοῦ τῆς γυναικὸς ἀδελφοῦ βοῶντος, τῆς 2 3 γυναικὸς παρούσης καὶ ἀκουούσης οὔτε ἀντέβλεψεν οὔτε ἀντεῖπεν, ἄφωνος δὲ εἰς γῆν βλέπων ἱδρῶτι τὴν ὁμολογίαν τῆς μίξεως ἐποιήσατο. δεινὸν τὸ τοῦ Θυέ- στου, τὸ δὲ νῦν τοῦτο δεινότερον, ὅσῳ γε δεινότερον
ἐν υἱεῖ γενέσθαι τοιοῦτον ἤ θυγατρί.
ἄλλως θ’ ὅτε λανθάνει μὲν οὐδένα τῶν οἰκούντων αὐτὴν τὸ ἔργον, ἐκβάλλει δὲ οὐδεὶς οὐδ’ ἀγανακτεῖ ζῶντος ἐν ᾗ τοιαῦτα ᾔσθη.
ἔστι δέ σοι δύναμις. ἔστι γὰρ δὴ καὶ γλῶττα καὶ δόσις παρὰ Μουσῶν οἵα ἂν παρὰ Μουσῶν γένοιτο. 5 ὁ δ’ οὖν ἐπιγραμμάτων μείζων ἢ Ἀντίοχε. ἢν οὖν ταῦτα τείνῃς τὰ τόξα, σαυτόν τε παραμυθήσῃ καὶ διδάξεις ἐκεῖνον, ὅτι ἄρα οἶσθα τὸν
Ἀρχίλοχον.
Oratio 39. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.