τῶν ἀγρῶν ἐπιστολαὶ φοιτῶσι τὸ καὶ τὸ κελεύουσαι, 1 2 τώ δ’ οὐκ ἔνι μὴ ποιεῖν, ἀλλ’ ἀναπηδῶντα δεῖ τῶν δεδωκότων εἶναι. μικρὸν δὲ αὐτῷ τὸ πολύ. καὶ πρὸς τούτῳ γε εἰς ἑτέρας κώμας μεγάλας αὑτὸν εἰσάγει διὰ πλέθρου πολλάκις ἑνός, οὗ καὶ περὶ τὴν τιμὴν ἀδική- σας ἐν τῷ βραχεῖ τὸ πᾶν ἔχειν ἀξιοῖ πραγμάτων ἀπεί-
ροις ἀνθρώποις ἐπισείων, εἰ μὴ πάντα πείθοιντο, τὰς παρ’ ἑαυτοῦ βλάβας.
νῦν μὲν ἐν κατηγορίαις, νῦν δὲ ἐν ἀπολογίαις, εἰσπη- δῶν εἰς τὰς κρίσεις οὐχ ὅπερ ἐστὶ δίκαιον, ἀλλ’ ὅπερ αὐτῷ κερδαλέον, τοῦτ’ ἰσχυρὸν πειρᾶται ποιεῖν καὶ ἢ δεηθεὶς ἤνυσεν ἢ καὶ κατηνάγκασεν ἀπειλῶν ἐρεῖν κακῶς· πάντως δὲ εἶναι κύριος δόξης χείρονός τε καὶ
βελτίονος. καὶ τούτοις οἱ μὲν καταπλαγέντες ἡττή- θησαν, οἱ δ’ ἀντισχόντες εἰς λοιδορίας ἧκον.
Oratio 39. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.