μεγάλων ὀλιγωρείτω. τί γὰρ πατρὶ παιδὸς τιμιώτερον; ὅμως δ’ οὖν δοκείτω τι λέγειν λέγων ἄγνοιαν. νῦν δ’ οὐδὲ τοῦτ’ ἔστιν αὐτῷ πολλάκις ἀκηκοότι καὶ παρὰ πολλῶν ἀνθρώπων· Σιλβανέ, κακοῦ παιδὸς ὢν 1 2 3 πατὴρ πρᾴως φέρεις τοῖς βουλομένοις μὲν ἐκ- δόντος τὴν ἑαυτοῦ νεότητα, λήξαντος δὲ οὐδὲ νῦν, ἑτέρων δὲ παῖδας εἰς ταὐτὰ καταποντί- σαντος, ἐκ δὲ ἀμφοτέρων τούτων ἀργύριον εἰς τὴν σὴν οἰκίαν εἰσηκότος; οὐκ ἐκβαλεῖς; οὐ
μετὰ πληγῶν; οὐ μετὰ τραυμάτων καί, νὴ Δία γε, δικαστηρίου;
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.