Ἑλλήνων ἢ βαρβάρων πιστεύσειεν ἄν, οὐχ ὅτι τὴν ναῖκα αὐτὸς τὴν αὑτοῦ, ἀλλ’ ὅλως τινὰ ἀνθρώπων ἀδίκως ἀπέκτεινεν; ἀπέκτεινε λέγω; τίνα μὲν οὖν τρίδος ἐστέρησεν; ἢ τίνα γε χρημάτων ἄνθρωπος ἐν θυσίαις | τε καὶ εὐχαῖς καὶ ὁμιλίαις δαιμόνων 1 νύκτας τε καὶ ἡμέρας διάγων καὶ διὰ τῶν μάντεων
αὐτοῖς συνὼν τάς τε τοῦ νικᾶν ἐν τοῖς πολέμοις ἐλ- 2 3 4 5 πίδας ἐν τῇ ’κείνων ῥοπῇ μᾶλλον ἔχων ἢ ταῖς χερσὶ τῶν στρατιωτῶν; ἑτέρῳ γάρ τι τοιοῦτον εἰργασμένῳ τὴν αὐτὴν ἂν ὑπῆλθεν ὀροφὴν ἢ λόγου μετέδωκεν ἢ λέγοντος ἤκουσεν; οὐκ οἶσθ’ ὅτι καὶ τοὺς ἐπ’ αὐτῷ
ποτε συνελθόντας, ὅπως τὸν μὲν ἀνέλοιεν, αὐτοὶ δὲ ἄρχοιεν, μετ’ ἐλέγχους ἀφῆκεν;
Oratio 37. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.