τε καὶ τέφρας τῆς ἐκεῖ καὶ πυρός. καὶ πολλὰ μὲν ἐξηπάτησαι, τοῦ δ’ ἕξειν τι δι’ αὐτῶν νομίζειν οὐκ ἔληξας. ἀλλ’ ἀντὶ τοῦ τι σχεῖν τὸ σχήσειν προσδοκᾶν ἀρκεῖ καὶ περιέρχῃ πυνθανόμενος οὐ μόνον εἴ τις ἄκρος ἐν τούτοις ὡς ἀληθῶς, ἀλλὰ καὶ εἴ τις μέσως
μετέχει τοῦ πράγματος καὶ εἴ τις φαύλως, καὶ πείθῃ κἀν τούτοις εἶναί γε πολλάκις μείζω τῶν παρὰ τοῖς τελείοις καὶ βαδίζεις παρ’ αὐτοὺς κἀκείνους ἀξιοῖς παρὰ σὲ καὶ τοὺς ἡλικιώτας ἀφεὶς ταῖς μετὰ τούτων 1 χαίρεις διατριβαῖς ταῖς μὲν ἐν ἐρημίᾳ, ταῖς | δὲ
καὶ ἐν πλήθεσιν, ἀφαιρῶν τὴν τῶν προτέρων ὑποψίαν τοῖς δευτέροις.
Oratio 37. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.