πλείους ταὐτὰ παθόντες ἐκείνῳ τῶν λεγομένων όντες ἤκουον· τρωθῆναι γὰρ ἂν ὑφ’ ἑαυτῶν καὶ ὧν ἑαυτοῖς συνῄδεσαν. ἴσμεν δὲ ταὐτὸ κἀν ταῖς ἐπι- δείξεσι τῶν λόγων γιγνόμενον. ὁ μὲν γὰρ τὸν λόγον ἐργαζόμενος δεηθεὶς τοιούτων τινῶν ἐμνήσθη, ὁ δέ 1 2 3 τις εἰδὼς αὑτὸν ἐρυθριάσας κατέδυ τὴν μὲν γνώμην οὐκ ἔχων τοῦ μνησθέντος αἰτιάσασθαι, τῷ ῥηθέντι δὲ πεπληγμένος. ἀλλ’ οὐ πολεμεῖ τῷ σοφιστῇ καταβὰς οὐδ’ ὑβρίσθαι φησὶν οὐδ’ ὀφείλειν αὐτὸν τῶν εἰρη- μένων δίκην οὐδ’ εἰ τῶν λαλούντων ἦν αὐτῷ καὶ
προσιόντων, ταῦτα οὐκέτι ἐποίει.
Oratio 37. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.