γε εὐεργέτης ἔσεσθαι βασιλέως. εἰ μὲν οὖν ἔφρασε, δεῖξον· εἰ δ’ οὐκ εἶπεν, οὐδ’ ἐπέπρακτο, ἀλλ’ ὁ τὸ στρατόπεδον ἐφ’ αὑτὸν πολλοῖς καὶ μεγάλοις ἀδική- 1 2 μασι κεκινηκὼς καὶ τοῖς Ἰουλιανοῦ διασωθεὶς δάκρυ- σιν ὧν ὤφειλε χάριν, τούτων ἀπαιτεῖ δίκας ψευδό- μενος.
βλέμματι καὶ τοῖς ἀπὸ τῆς κεφαλῆς ἀνθρώπῳ κιναίδῳ κατὰ ἀνδρὸς σώφρονος συναγορεύων οὐκ ἀναμνησθεὶς τῆς Φοινίκης οὐδὲ τῆς Φοινίκων ἀρχῆς, ἣ πρώτη πρώτῳ σοι μετὰ τὴν μοναρχίαν ἐδόθη. σὲ μὲν γὰρ οὐκ ἠπίστατο, ὑπὸ φίλου δὲ ἐξηπατᾶτο. παροινοῦντος
δὲ σοῦ καὶ σωφρονεῖν οὐ δυναμένου τὰ πονηρὰ καλὰ νομίζειν οὐκ εἶχεν, ἀλλ’ ἤχθετο. σὺ δ’ ἀντὶ σαυτοῦ τὸν ἄριστον ἐκεῖνον ἐμίσεις δέον τῷ μὲν εἰδέναι τῆς ἀρχῆς χάριν, ἐγκαλεῖν δὲ τοῖς σοῖς ὀφθαλμοῖς ἢ ὅτῳ ταῦτα δὴ τὰ τῶν ἐρώτων γίγνεται.
δικαίως καὶ ἐμαυτῷ μὲν ἥκιστα, μάλιστα δὲ Ἐλπιδίῳ πρέποντα φθεγξαμένου τότε μὲν οὐδεμίαν δείξας ὁρ- 5 6 7 γῆν ἀπῆλθες, σκοπῶν δὲ ὅπως ἂν ἀμύναιό με, τῷ καταλῦσαι τὰς παρ’ ἡμᾶς εἰσόδους τοῦτο ἐποίησας.
Oratio 37. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.