ρίαν ἐζήτησα, ἀλλ’ ὡς μὲν οὐ δίκαια ταῦτα, ἠπιστάμην, φέρειν δὲ ὅμως ἠξίουν. ἄλλων δὲ ἄλλοις προστι- θεμένων παρ’ ἡμέραν νόμον κείμενον παραβαινόντων ᾔδειν μὲν τὴν ἀπὸ τοῦ πλήθους λύπην, ὡς δ’ ἂν ἄλυ- πος εἴην, ἡσύχαζον πρός τε καινότητα ἑτέραν ὥσπερ
τις σιδηροῦς ἐκαρτέρησα. καὶ πλείοσι μὲν ἔχω λόγοις κἀνταῦθα δεικνύειν ἐμαυτόν, ἀρκεῖν δὲ ἡγοῦμαι καὶ ταῦτα. οὕτω καὶ εἴ τις τούτων οἶδεν, ὅπως δεῦρο 1 κατὰ – 4 ἀξιῶν om V 6 τὰ ᾿μὰ A 7 δὲ Re 2 3 εἰσῆλθεν ἐκεῖνα τὰ φάρμακα, τήν γε τοῦ δίκην βάνοντος οὐκ ἂν ἔχοι τάξιν.
Ὁμήρου κύματα παρακαλούντων ἀλλήλους ἐπὶ ζήτησιν τοῦ πράγματος. καὶ γὰρ εἰ μὴ ῥᾴδιον εὑρεῖν, ἀλλὰ τό γε τῶν βουλομένων ἔδει γενέσθαι. νῦν δὲ τοσοῦ- τον ἀπέσχον τῆς τοιαύτης ὀργῆς καὶ τοῦ τὰ προσή- 4 κοντα ἀποδοῦναι τοσούτῳ κακῷ, ὥστε μικρὸν | τῶν
καθευδόντων διήνεγκαν. οὐκοῦν οὐδὲ εἷς ἐξ ἁπάντων οὔτ’ ἐβόησεν οὔτε τὸν μηρὸν ἔπληξεν οὔτε τὴν χεῖρα ἦρεν εἰς οὐρανόν. καίτοι καλῶς γ’ ἂν εἶχεν αὐτοῖς καὶ ἁμαρτεῖν ἐνταῦθά τι καὶ τὰς χεῖρας ἐπὶ τοὺς πα- ραπίπτοντας ἀφεῖναι, κἂν εἰ πλεῖστον ἀπεῖχον τῆς
αἰτίας.
Oratio 36. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.