βοηθήσοντος, καὶ καλεῖσθαι μακάριον ἢ μακαρίζειν ἕτερον, καὶ ὠφελεῖν τὴν ἐνεγκοῦσαν ἢ μὴ οἷόν τε εἶναι; οὐκοῦν ἐν τοῖς εἰρημένοις τούτοις τὰ δεύτερα μὲν ὑμέτερα, τὰ πρότερα δὲ ἄλλων; οἱ φοβεῖν ται τοὺς τῶν ἀρχόντων ὑπηρέτας, οὓς ὑμεῖς δεδοίκατε.
καὶ ἔστιν αὐτοῖς ῥᾴδιον λυπῆσαι βλέμματι, λυπῆσαι ῥήματι, λυπῆσαι χειρί, λαβέσθαι μετ᾿ ὀργῆς, καὶ μὴ βουλόμενον, ἀποδῦσαι καί πού τι καὶ πλέον. πόθεν οὖν τοὺς μὲν ὑπέρχονται καὶ θεραπεύουσιν, 1 ὑμᾶς δὲ ἐλαύνουσιν; ὅτι τῶν μὲν αἰδοῦνται τὴν δόξαν ἣν ἀπὸ τοῦ λέγειν ἔχουσιν, ἐν ἀδόξοις δὲ ὑμᾶς τοῦ σιωπᾶν εὑρίσκουσιν οὐκ ἀγνοοῦντες μὲν ὑμῶν ἃ καὶ λειτουργεῖτε καὶ λελειτουργήκατε, τῷ νόμῳ δὲ καὶ
ταῖς ἀνάγκαις ταῦτα λογιζόμενοι, τὰς ψυχὰς δὲ ὑμῶν οὐκ ἔχοντες θαυμάσαι.
ἂν καὶ οὕτω καλὸν ἀμείνους γενέσθαι πατέρων καὶ ἔχειν γε καὶ αὐτοὺς εἰπεῖν τὸ τοῦ Σθενέλου, τάχα δ’ ἄν τις ἦν ὑμῖν οὐ κτησαμένοις τοῦτο ἀπολογία· νῦν δὲ τοῦτ’ ἂν εὕροι τις, ὅτι μάλιστα ἡ πόλις ἡμῖν ἐξέ- λαμψε τῇ περὶ τὸ λέγειν τῆς βουλῆς ἐπιστήμῃ, δι’ ἣν
καὶ τοῖς παιδεύουσιν οὐ μικρὸς ἐν ταῖς ἐπιδείξεσιν ὁ χρόνος. δεινὸν οὖν μὴ καὶ τούτου φαίνεσθαι κληρο- νόμους, ἀλλ᾿ ἐν τῷ ὑμετέρῳ βίῳ διαφθαρῆναι τῇ λει τὴν δόξαν. ἢ τὸ μὲν τεῖχος αὐτῆς εἰ περιῃρεῖτε, δίκην ἂν ὠφείλετε, τῶν δ’ ἀπὸ τοῦ λέγειν γιγνομένων
ἀποστεροῦντες τιμῶν ἄξιόν τι ποιεῖτε;
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.