γάλακτος ἀπηλλαγμένα παιδία, τὰ δὲ οὔπω. τούτοις οὖν ἐκείνης μεταδώσει τις τῆς προσηγορίας; οὐδείς, πλὴν εἰ παραπαίοι γε. πῶς γὰρ ἂν ὅ γε μηδ’ ὅτι λειτουργεῖ δυνάμενος εἰδέναι τὸ τοῦ πολιτευομένου πράξειε; πῶς δ’ οὐ πράττων τῷ τῆς πράξεως ἂν ὀνό-
ματι καλοῖτο; καὶ ὑμεῖς τοίνυν, ὥσπερ ἐκεῖνο τὸ παι- δίον, λελειτουργήκατε μέν, πολιτεύεσθε δ’ οὔ.
δὲ δὴ καὶ σαφέστερον ἔγνων τὴν ἐμαυτοῦ συμφοράν. εἰσῆλθον μὲν γὰρ τὸν ἄρχοντα προσερῶν, ὡς οὐκ ἔδει, παρῆν δὲ ἡ βουλὴ πᾶσα. προὔκειτο δέ τι τῶν δαίων ἀπαιτοῦν λόγον καὶ ῥήτορας. τῶν δ’ ἄλλων ὃ δοκοῖ σφίσι λυσιτελεῖν λεγόντων ὑμεῖς ἐπολιτεύεσθε
τῇ σιωπῇ τοσοῦτον συνεισφέροντες, ὁπόσον νεύματι τὸ λεγόμενον ἐπαινέσαι, μᾶλλον δὲ οἱ μὲν ἑωρῶντό τε ὑμῶν καὶ τοῦτ’ ἐποίουν, οἱ δ’ οὐδὲ τοῦτο, ἀλλὰ κρύ- ψαντες αὑτοὺς ὑπὸ τοῖς νώτοις ἐκείνων οὐδὲν οἰκετῶν 2 | διέφερον εἰς δεσπότας βλεπόντων. ἐξιόντων δὲ 3 ὑμῶν τοῖς μὲν ἐξ ὧν εἰρήκεσαν ὑπῆρχε μέγα φρονεῖν, ὑμῖν δ’ ἐκ τοῦ σεσιγηκέναι τεταπεινῶσθαι καὶ τοῖς γε ἀκολούθοις ἐκατέρων τοῖς μὲν ἐκείνων χαρά, τοῖς δ’ ὑμετέροις κατήφεια.
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.