σὰν, ἐν δὲ ταῖς σπουδαῖς ταῖς τε ὑπὲρ τούτων καὶ τῶν ἡνιόχων οἷς ἡνίκα ἐλειτούργουν ἔχαιρον, ἔμειναν. καίτοι πέρας ἐχούσης τῆς δαπάνης τί μὴ καὶ τὸ τοις προσέχειν πέπαυται, ἀλλ’ ἀθάνατον προέρχεται τὸ κακόν; καὶ τὰς βελτίους καὶ χείρους ἡμέρας τούτῳ
κρίνετε, ταῖς νίκαις καὶ ταῖς ἥτταις ἐκείνων, ὑμετέρας δὲ νίκας μὲν οὐκ ἂν ἔχοιτε εἰπεῖν οὐδαμοῦ, ταῖς δ’ ἥτταις οὐκ ἄχθεσθε· τοσαύτη τις ἡ τοῦ νικᾶσθαι γέγονεν ὑμῖν συνήθεια.
φείσασθε μὲν ὑμῶν αὐτῶν, φείσασθε δὲ ἐμοῦ. γένεσθε κατὰ τὰς γλώττας τῶν οἰκετῶν βελ- τίους· ὡς νῦν γε τύχῃ μόνον ἐστὲ βελτίους. εἰ δ’ ἐπισταίη τις ὑμῖν τε κἀκείνοις γυμνοῖς λαλοῦσιν ἄλλο εἰδὼς τῶν περὶ ὑμᾶς οὐδέν,
οὐκ ἄν μοι νομίσαι δοκεῖ δίκαιον εἶναι τοὺς ἑτέρους τῶν ἑτέρων κρατεῖν.
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.