μόνα, ὑμεῖς δὲ ἀθλίαν, καὶ ὡς ἦν ποτε ἡ βουλὴ μέγα, νῦν δ’ ὀλίγον μὲν αὐτῆς οὐ τεθνήκει τὸ πλέον δὲ οἴχεται, πῶς ἅπτεσθε σιτίων; πῶς δὲ ἀξιοῦτε ζῆν; πῶς δὲ οὐκ εὔχεσθε | τὴν γῆν ὑμῖν χανεῖν; τοῦτο 1 γάρ, τοῦτό ἐστιν ἐφ’ ᾧ τις ἂν μάλιστα ἀλγήσειεν, ὅτι
δυστυχοῦντες οὐκ αἰσθάνεσθε, ἀλλὰ σὺν ἡδονῇ ζῆτε καὶ γελᾶτε πρός τε ἀλλήλους καὶ τοὺς ἄλλους καὶ ἐν- τυγχάνετε τοῖς ἀνθρώποις ὄμμασιν ὡς ἐν οὐδενὶ καθεστηκότες κακῷ.
ἦς τίς ἂν ὑμῖν εἴη δικαία πρόφασις; τοῖς μὲν γὰρ αὖ γονεῦσιν οὐκ ἂν ἔχοιτε ἐγκαλέσαι, ὡς οὐ παρέδοσάν 2 3 4 τε ὑμᾶς παρ’ ὧν ἦν τι μαθεῖν καὶ ἀνηλώκασι τὰ εἰω- θότα βιβλία τε ὠνούμενοι καὶ μισθὸν τελοῦντες, οὐ τοίνυν οὐδ’ ἡμῖν ἢ] ὡς οὐκ ἐπισταμένοις. μαρτυ- ροῦσι δὲ τούτῳ τῷ λόγῳ πολλαὶ πόλεις ἐν πολλοῖς
ἔθνεσιν, ἐν αἷς οἱ παρ’ ἐμὲ πεφοιτηκότες ἔχουσιν ἐκ τοῦ λέγειν τὸ κρατεῖν. καὶ εἰ μὴ μακροῦ τε πρὸς τοῦτο ἔδει λόγου καὶ ἅμα ἦν ἐπαχθές, κατέλεξα ἄν.
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.