τὸν διδάσκαλον ὡς ἐπὶ μηδενὶ πεπραγμένῳ· πέπρακται γάρ τι τῶν συμφερόντων τῶν μὲν ὅσοι βελτίους, εἰς κρί- σιν ἐπιδόντων, τῶν δὲ ὅσοι μὴ χείρους, εἰς πόνον, τῶν δὲ ἔν τῳ λειπομένων ἴσων γενέσθαι βουλομένων. οἱ δὲ λυθέντος τοῦ συλλόγου περιιστάμενοί τε τοὺς δι-
δασκάλους καὶ καθίζοντες ἄκοντας ἐπὶ τοὺς θρόνους καὶ μηδὲ ἀναπνεῖν ἐῶντες ὑβρισταί τέ εἰσι καὶ μικρὸν ποιοῦσι τὸν εἰρηκότα βοῶντες οἶς ποιοῦσι τὸν], ὡς ἠνώχληκεν. 1
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.