τὴν δύναμιν. εἰ δ’ ἔστι κἀν τῷ φυλάττειν τὸν νόμον εὐδοκιμεῖν κἀν μηδενὶ βλάπτεσθαι περὶ τοὺς λόγους καὶ συνιέναι ταῦτα ἀμφότερα δύναται, τίς δικαία πρό- φασις τῇ κατὰ τῶν ἀποθνησκόντων ὕβρει;
τὰς ἡμέρας αἳ τὰς τῶν σοφιστῶν ἐπιδείξεις ἔχουσι, μετὰ τῶν τηνάλλως | ἀναλισκομένων ἀριθμοῦσι. 1 πῶς, ὦ μιαρὸν θηρίον, πῶς λόγοι λόγοις βλάβη; καὶ πῶς ὁ λέγων ἃ χρὴ μιμεῖσθαι, περὶ λόγους ζημιοῖ; ἐγὼ γὰρ τὴν μὲν τῶν διδασκάλων σιωπὴν κατὰ τῶν
μανθανόντων εἶναί φημι, τὸ ῥεῦμα δὲ τῶν παρ’ ἐκεί- νων λόγων ἐπὶ τὸ ταὐτὰ δύνασθαι ποιεῖν προάγειν. ἑωράκαμεν δέ που καὶ παιδοτρίβας, ὡς ἐν ταῖς πα- λαίστραις καὶ διὰ τῶν ἑαυτῶν σωμάτων παιδεύουσι παλαίειν, καὶ πρὸς τούτοις τοξότας ἐπὶ διδαχῇ τῶν
μαθητῶν ἀφιέντας βέλη καὶ τόν γε Ἀπόλλω πολλοὺς τοξότας οὕτως ἀπειργασμένον <ἴσμεν>.
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.