πων οὕτως ἀναιδῶς σεσυκοφαντημένον. καὶ τοῦτο ἕτοιμος δεικνύειν οὐκ ἀγνοούμενος μὲν ὑπὸ τῶν τὴν ἐμὴν εἰδότων πρὸς τὸ πονεῖν ἡδονήν, δεδιὼς δὲ μή τις τῶν οὐκ ἐξεπισταμένων, ὅστις ἐγὼ πρὸς τοὺς ἐπὶ τῷ παιδεύεσθαι συνόντας ἡμῖν, ἐξαπατηθῇ. ὅθεν τοί-
νυν τὰ περὶ τὴν ἐμὴν ὕβριν γενέσθαι συνέβη, καλῶς ἂν ἔχοι μοι διελθεῖν.
εἴπερ τις, κεκρατηκώς, ἔχων δέ, εἰ βούλοιτο, προγόνων ἀρετὰς λέγειν ἔν τε τάξει στρατιώτου φανείσας ἔν τε ἡγεμονίαις. μέγιστος δὲ τῷ νέῳ κόσμος ἡ σωφροσύνη καὶ τὰς τῶν πονηρῶν γλώττας διαφυγοῦσα. τούτῳ δ’ ἄν τις ἕτερος προσέθηκε τὴν περὶ τὰς ἀμοιβὰς προθυμίαν καὶ
δικαιοσύνην καὶ ὡς πᾶν ὃ τελέσειε μικρὸν αὐτῷ κέκριται. 11 12 13
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.