τοῦ δόντος τῷ λειτουργοῦντι τὴν τούτου ἐξουσίαν, ὅτ’ αὐτοῦ μνησθέντος κλήσεως, ἡνίκα ἐπ’ Εὐφράτην οὖτος πρᾶττε, ἀπεκρίνατο, τὸ σόν, ἐμοὶ δὲ ἐφ’ ᾧπερ ἐτάχθην μελήσει, τοὺς λέγων. εἰ μὲν οὖν ἐψεύδου ταῦτα λέγων, οὐ λαμβάνειν δίκην, ἀλλὰ
διδόναι δίκαιος εἶ, διὰ τί γὰρ δὴ καὶ ἐξηπάτας; εἰ 1 2 δ’ ἀληθεύοντος ἦν ἐκεῖνα, τὸ μὴ καὶ δεύτερον | κληθῆναι παρὰ σοῦ γεγένηται. εἰ δὲ δὴ καὶ τὸ 3 δίκαιον ἦν ἐν ταῖς αἰτίαις, ἐπὶ τὸν ἡμαρτηκότα χωρεῖν ἔδει τὴν ὀργήν, οὐ, μὰ Δία, τὴν βουλὴν ὅλην. οὐδὲ γὰρ ἐλειτουργοῦμεν, εἴποιεν ἄν, ἅπαντες οὐδ’ ἣν ἔδει
ποιεῖσθαι κλῆσιν ἐξελίπομεν.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.