οἱ αὐτοῦ στρατιῶται τοὺς θατέρου, οἱ δὲ ἐπὶ τοὺς βουλευτὰς | χωροῦσι καὶ δρῶσιν ὃ πεπόνθασιν, 1 ἀρχόμενοι μὲν ἀπὸ τῶν οἰκετῶν, προιόντες δὲ ἐπὶ τὰ νῶτα τῶν δεσποτῶν, καὶ ῥάβδοι ῥάβδων διάδοχοι, πρόγονοι δὲ καὶ χορηγίαι καὶ δόξα καὶ τὰ ἄλλα δὴ
τὰ τῶν πολιτευομένων μικρά τε καὶ ἀσθενῆ καὶ οὐδε- νὸς ἄξια. ταύτην δὴ τὴν ἀτιμίαν τί ποιεῖ; τὸ μὴ πλουτεῖν ἡμῖν τοὺς πολιτευομένους μηδ’ ἔχειν τὰ τη- λικαῦτα λειτουργεῖν. εἰ δὲ μὴ μόνοι ταῦτα 2 θασιν, ἀλλὰ διὰ τούτους γε καὶ εἴ τις ἄλλος, ὅπως τὸ τούτων συσκιάζηται καὶ μὴ λίαν ἔκδηλον ᾖ.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.