λοιεν ἀριθμούντων, δεομένων, ἱκετευόντων μὴ σφᾶς ἐμβάλλειν εἰς αἰσχύνην τὴν ἐκ τοῦ τῆς ἀπορίας ἐλέγ- 1 χοῦ μηδέ γε εἰς κινδύνους | τοὺς ἀπὸ τῶν θεω- μένων οὐδὲν Τισάμενός ἐγίνετο βελτίων, ἀλλὰ τῶν αὐτῶν εἴχετο ῥημάτων οὐκ ἐῶν μεμνῆσθαι τοῦ νόμου.
καίτοι τούτου τίνα οὐκ ἂν δικαίως δοίη δίκην; ἢ εἰ μὲν εἰκόνος σῆς ἀντειλημμένους ἀπέσπα, δεινὸν ἂν ἦν, καταπεφευγότας δὲ ἐπὶ τὸν σὸν νόμον ἀφέλκων οὐκ ἴσον τι ποιεῖν εἰκότως ἂν δοκοίη; ἀντὶ γὰρ τοῦ χαλκοῦ τὰ γράμματα ἦν αὐτοῖς.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.